ΙΕΡΕΥΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
ΙΕΡΕΥΣ
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου) .
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (3)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κύριε ἐλέησον ιβ'
Δόξα... Καὶ νῦν...
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ψαλμὸς 69
Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός. Καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθησέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Δοξολογία Μικρὰ
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνός τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεός τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τους αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεος σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματα σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.
Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ΧΟΡΟΣ
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, τούς σοί κράζοντας· χαῖρε, Ξύλον μακάριον.
ΙΕΡΕΥΣ
Α΄ ΣΤΑΣΙΣ
Ἄγγελοι οὐρανόθεν ἀοράτως κυκλοῦσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβῳ (τρίς) καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται καί ἵστανται βοῶντες πρός αὐτόν τοιαῦτα·
Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ·
χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεῦ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε κρατήρ τοῦ νέκταρος ἔμπλεως·
χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι’ οὗ εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ οὗ προσκυνεῖται ὁ Κτίστης.
Χαῖρε, Ξύλον μακάριον.
Βλέπουσα ἡ Ἑλένη ἑαυτήν ἐν ἐφέσει, φησί τῷ Βασιλεῖ θαρσαλέως· Τό παμπόθητόν σου τῆς ψυχῆς εὐχερέστατόν μου τῇ σπουδῇ φαίνεται· ζητοῦσα γοῦν τό κράτιστόν σοι τρόπαιον, ὡς λέγεις, κράζω·
Ἀλληλούϊα.
Γνῶσιν ἄγνωστον πρώην ἡ Βασίλισσα γνοῦσα, ἐβόησε πρός τούς ὑπουργοῦντας· Ἐκ λαγόνων τῆς γῆς εὑρεῖν ἐν τάχει, καί δοῦναι τόν Σταυρόν σπεύσατε, πρός ὅν ἰδοῦσα ἔφησεν ἐν φόβῳ, πλήν κράζουσα οὕτω·
Χαῖρε, χαρᾶς τῆς ὄντως σημεῖον·
χαῖρε, ἀρᾶς τῆς ἀρχαίας λύτρον.
Χαῖρε, θησαυρός ἐν τῇ γῇ φθόνῳ κρυπτόμενος·
χαῖρε, ὁ φανείς ἐν τοῖς ἄστροις τυπούμενος.
Χαῖρε, τετρακτινοπύρσευτε καί πυρίμορφε Σταυρέ·
χαῖρε, κλῖμαξ ὑψοστήρικτε, προοραθεῖσά ποτε.
Χαῖρε, τό τῶν Ἀγγέλων γαληνόμορφον θαῦμα·
χαῖρε, τό τῶν δαιμόνων πολυστένακτον τραῦμα.
Χαῖρε, τερπνόν τοῦ Λόγου κειμήλιον·
χαῖρε, πυρός τῆς πλάνης σβεστήριον.
Χαῖρε, Σταυρέ, ἀπορούντων προστάτα·
χαῖρε, στερρέ εὐδρομούντων ἀλεῖπτα.
Χαῖρε, Ξύλον μακάριον.
Δύναμις ἡ τοῦ Ξύλου, ἐπιδέδεικται τότε, πρός πίστωσιν ἀληθῆ τοῖς πᾶσι· καί τήν ἄφωνόν τε καί νεκράν πρός ζωήν ἀνέστησε, φρικτόν θέαμα τοῖς μέλλουσι καρποῦσθαι σωτηρίαν, ἐν τῷ μέλπειν οὕτως·
Ἀλληλούϊα.
Ἔχουσα ἡ Ἑλένη, τὸ ἀήττητον ὅπλον, ἀνέδραμε πρός τόν ταύτης γόνον· ὁ δέ, μέγα σκιρτήσας εὐθύς, ἐπιγνούς τόν μέγιστον Σταυρόν ἔχαιρε, καί ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρός αὐτόν τοιαῦτα·
Χαῖρε Σταυρέ, τοῦ φωτός δοχεῖον·
χαῖρε, Σταυρέ, τῆς ζωῆς ταμεῖον.
Χαῖρε, ὁ δοτήρ χαρισμάτων τοῦ Πνεύματος·
χαῖρε, ὁ λιμήν ποντοπόρων ἀχείμαστος.
Χαῖρε, τράπεζα, βαστάζουσα ὥσπερ θῦμα τόν Χριστόν·
χαῖρε, κλῆμα, βότρυν πέπειρον φέρον οἶνον μυστικόν.
Χαῖρε, ὅτι τά σκῆπτρα τῶν ἀνάκτων φυλάττεις·
χαῖρε, ὅτι τάς κάρας τῶν δρακόντων συνθλάττεις.
Χαῖρε, λαμπρόν τῆς πίστεως γνώρισμα·
χαῖρε, παντός τοῦ κόσμου διάσωσμα.
Χαῖρε, Θεοῦ πρός θνητούς εὐλογία·
χαῖρε, θνητῶν πρός Θεόν μεσιτεία.
Χαῖρε, Ξύλον μακάριον.
Ζῆλον ἔνδοθεν θεῖον, ἡ Ἑλένη λαβοῦσα, ἐζήτησε καί εὗρε σπουδαίως, τόν ἐν γῇ κρυπτόμενον Σταυρόν, καί δεικνύμενον ἐν οὐρανῷ Ἄνακτι· ὅν ὕψωσε· καί βλέπων τό πολίτευμα, ἐν πίστει ἔφη·
Ἀλληλούϊα.
ΧΟΡΟΣ
Ὠδή α΄. Ἦχος δ΄. Ὁ Εἰρμός.
Ἀνοίξω τό στόμα μου, καί πληρωθήσεται πνεύματος, καί λόγον ἐρεύξομαι, τω ζωηφόρῳ Σταυρῷ καί ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καί ᾄσω γηθόμενος, τούτου τά θαύματα.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Χριστοῦ σκῆπτρον ἅγιον, ἐμψυχωμένον σε Πνεύματι, Σταυρέ πανσεβάσμιε, Ἑλένη βλέπουσα, προσεφώνει σοι· Χαῖρε Χριστοῦ ἡ δόξα, δι’ οὗ δόξαν ἅπαντες προσενεδύθημεν.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἀήττητος δύναμις, χαῖρε Σταυρέ τρισμακάριστε, πιστῶν δεομένων σου· χαῖρε ἡ μάχαιρα, ἡ ἐκκόπτουσα, τά κέρατα δαιμόνων· χαῖρε ἀγλαόκαρπον, δένδρον πανάγιον.
Δόξα.
Ῥάβδος ἡ βλαστήσασα, χαῖρε Χριστόν τόν ζωήρρητον, καρπόν ἐξ οὗ τρώγοντες, ζωήν καρπούμεθα· χαῖρε ἔνδοξον, σημεῖον τοῦ Δεσπότου, ἀφ’ οὗ σαλευθήσονται γῆ καί οὐράνια.
Καί νῦν.
Ἀγγέλων ἀγλάϊσμα, χαῖρε βροτῶν τό διάσωσμα, δαιμόνων πολύστονον, τραῦμα πανύμνητε, ζωοπάροχε, Σταυρέ ἡ σωτηρία, καταπονουμένων τε, καί ἡ ἀντίληψις.
Ὠδή γ΄. Ὁ Εἰρμός.
Τούς σούς ὑμνολόγους Ζωοδότα, ἰάσεων ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Σταυρέ ἡ ἀρχή τῆς σωτηρίας, Σταυρέ τῶν Μαρτύρων ἡ χαρά, κήρυγμα Ἀποστόλων τε, Ἐκκλησιῶν ὁμόνοια, σκέπε, φρούρει καί φύλαττε, τούς καυχωμένους τῷ κράτει σου.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Διώκονται φάλαγγες δαιμόνων, τῇ σῇ σημειώσει δυνατέ· ὅθεν βοῶμεν χαῖρέ σοι· Χαῖρε δι’ οὗ ἡνώθησαν, ἡ γῆ καί τά οὐράνια, καί ἐσώθη ὁ ἄνθρωπος.
Δόξα.
Ὁδός πρός μονάς τάς οὐρανίους ἀπάγουσα, χαῖρε τό λαμπρόν, τοῦ Ἰησοῦ μου τρόπαιον· χαῖρε ἀνάκτων στέφανος, χαῖρε σωτήρ παγκόσμιος, χαῖρε ἡ ῥάβδος εὐθύτητος.
Καί νῦν.
Χαῖρε, σύ ἡ ῥάβδος βασιλείας, δυνάμεως· χαῖρε τοῦ Χριστοῦ, ἡ ῥάβδος ἥν ἀπέστειλεν ἐκ τῆς Σιών ὁ Κύριος· χαῖρε φυτόν ἀθάνατον, ὑφ΄ οὗπερ σκέπονται ἅπαντες.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, Σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, Περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, Τούς σοί κράζοντας· Χαῖρε, ξύλον μακάριον.
ΙΕΡΕΥΣ
Β΄ ΣΤΑΣΙΣ
Ἡλιόμορφος ὤφθη, ὁ Σταυρός ἐν τῷ κόσμῳ, καί πάντες φωτισμοῦ ἐμπλησθέντες, καί δραμόντες ὡς πρός ἀστέρα, θεωροῦσι τοῦτον ὡς καλῶν αἴτιον, ἐν ταῖς χερσί ταῖς θείαις ὑψωθέντα· ὅν ὑμνοῦντες εἶπον·
Χαῖρε, αὐγή νοητοῦ Ἡλίου·
χαῖρε, πηγή ἀκενώτου μύρου.
Χαῖρε, τοῦ Ἀδάμ καί τῆς Εὔας ἀνάκλησις·
χαῖρε, τῶν ἀρχόντων τοῦ ᾅδου ἡ νέκρωσις.
Χαῖρε, ὅτι ἀνυψούμενος, συνανυψοῖς νῦν ἡμᾶς·
χαῖρε, ὅτι προσκυνούμενος, καθαγιάζεις τάς ψυχάς.
Χαῖρε, τῶν Ἀποστόλων κοσμοκήρυκτον κλέος·
χαῖρε, τῶν ἀθλοφόρων εὐμενέστατον σθένος.
Χαῖρε Σταυρέ, Ἑβραίων ὁ ἔλεγχος·
χαῖρε, πιστῶν ἀνθρώπων ὁ ἔπαινος.
Χαῖρε, δι’ οὗ κατεβλήθη ὁ ᾅδης·
χαῖρε, δι’ οὗ ἀνατέταλκε χάρις.
Χαῖρε, Ξύλον μακάριον.
Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τῇ τούτου νῦν προσέλθωμεν σκέπῃ· καί ὡς ὅπλον κρατοῦντες αὐτό, δι’ αὐτοῦ τροποῦμεν τῶν ἐχθρῶν φάλαγγας, καί ψαύοντες τόν ἄψαυστον, τοῖς χείλεσιν αὐτῷ βοῶμεν·
Ἀλληλούϊα.
Ἴδε φῶς οὐρανόθεν, Κωνσταντῖνος ὁ Μέγας, δεικνύμενον Σταυροῦ τό σημεῖον, δι’ ἀστέρων, ἐν ᾧ καί νικᾶν πολεμίων πληθύν, ἔσπευσε τό Ξύλον φανερῶσαι, καί βοῆσαι πρός αὐτό τοιαῦτα·
Χαῖρε, βουλῆς τῆς ἀρρήτου πέρας·
χαῖρε, λαοῦ εὐσεβοῦντος κέρας.
Χαῖρε, πολεμίων ὁ τρέπων τάς φάλαγγας·
χαῖρε, φλόξ καθάπερ φλέγων τούς δαίμονας.
Χαῖρε, σκῆπτρον ἐπουράνιον τοῦ Βασιλέως τοῦ στρατοῦ·
χαῖρε, τρόπαιον ἀήττητον τοῦ φιλοχρίστου στρατοῦ.
Χαῖρε, ὁ τῶν βαρβάρων τήν ὀφρύν καταβάλλων·
χαῖρε, ὁ τῶν ἀνθρώπων τάς ψυχάς περιέπων.
Χαῖρε, κακῶν πολλῶν ἀμυντήριον·
χαῖρε, καλῶν πολλῶν βραβευτήριον.
Χαῖρε, δι’ οὗ Χριστοφόροι σκιρτῶσι·
χαῖρε, δι’ οὗ Ἰουδαῖοι θρηνοῦσι.
Χαῖρε, Ξύλον μακάριον.
Κλῖμαξ οὐρανομήκης, ὁ Σταυρός τοῦ Κυρίου ἐγένετο, τούς πάντας ἀνάγων, ἀπό γῆς πρός ὕψος οὐρανοῦ, τοῦ χοροῖς Ἀγγέλων συνοικεῖν πάντοτε, ἀφέντας τά νῦν ὄντα ὡς μή ὄντα, καί εἰδότας ψάλλειν·
Ἀλληλούϊα.
Λάμψας φῶς ἐπί πᾶσιν, ὁ Σωτήρ τοῖς ἐν ᾅδη, ἐφώτισας τούς κάτω κειμένους· πυλωροί δέ ᾅδου τήν αὐγήν μή ἐνέγκαντές σου, ὡς νεκροί πεπτώκασιν· οἱ τούτων δέ ρυσθέντες, νῦν ὁρῶντες τόν Σταυρόν βοῶσι·
Χαῖρε, ἀνάστασις τεθνεώτων·
χαῖρε, παράκλησις τῶν πενθούντων.
Χαῖρε, τῶν ταμείων τοῦ ᾅδου ἡ κένωσις·
χαῖρε, Παραδείσου τρυφῆς ἡ ἀπόλαυσις.
Χαῖρε, ράβδος ἡ ποντίσασα τόν Αἱγύπτιον στρατόν·
χαῖρε, αὖθις, ἡ ποτίσασα Ἰσραηλίτην λαόν.
Χαῖρε, ἔμψυχον Ξύλον, τοῦ Λῃστοῦ σωτηρία·
χαῖρε, εὔοσμον ρόδον, εὐσεβῶν εὐωδία.
Χαῖρε, τροφή πεινώντων ἐν πνεύματι·
χαῖρε, σφραγίς, ἥν ἔλαβον ἄνθρωποι.
Χαῖρε Σταυρέ, μυστηρίων ἡ θύρα·
χαῖρε, ἐξ οὗ ρεῖθρα χέονται θεῖα.
Χαῖρε, Ξύλον μακάριον.
Μέλλοντος Μωϋσέως, τό πολύμοχθον γένος λυτρώσασθαι ἐκ τοῦ λυμεῶνος, ἐπεδόθης ὡς ράβδος αὐτῷ, ἀλλ’ ἐγνώσθης τούτῳ καί Θεοῦ σύμβολον· διόπερ κατεπλάγη σου Σταυρέ, τήν δυναστείαν κράζων·
Ἀλληλούϊα.
ΧΟΡΟΣ
Ὠδή δ΄. Ὁ Εἰρμός.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπί Θρόνου Θεότητος· ἐν Σταυροῦ τῷ ξύλῳ ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καί διέσωσε, τούς κραυγάζοντας· Δόξα Χριστέ τῇ δυνάμει σου.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Εὐφημοῦμέν σε προθύμως, ὑποπόδιον λέγοντες, τῶν ποδῶν Κυρίου, ἐν ᾧ προσκυνοῦμεν πανάγιε, χαῖρε Σταυρέ· καί ὑψοῦμεν τόν ὑψώσαντα, τήν πεσοῦσαν φύσιν παραβάσει προπάτορος.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἰορδάνης μαρτυρεῖ σου, τήν φρικτήν θείαν δύναμιν, Σταυρέ τοῦ Κυρίου, ἀναχαιτισθείς ὑπέρ λόγον τε, καί τόπον δούς Πατριάρχῃ διαβαίνοντι, καί ἀνάξας τῷ Ἐλισσαιέ τό σιδήριον.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὄφεις χαῖρε ὁ κτιννύων, ἐν ἐρήμῳ βλεπόμενος· χαῖρε φῶς Κυρίου, τό φωτίζον πάντα τά πέρατα· χαῖρε ὁ σκόλοψ βαρβάρων, ἡ κατάλυσις, τῶν ξοάνων τε, καί Ἰουδαίων ἀπώλεια.
Δόξα.
Νῆσοι, ἤπειρος ἡ πᾶσα, σῷ τιμίῳ κλεΐζονται, κλέος οἰκουμένης Σταυρέ ζωηφόρε ὀνόματι· ὕψωσον κέρας ἁπάντων, χριστωνύμων τε, καί κατάβαλε τῶν ἐναντίων τό φρύαγμα.
Καί νῦν.
Σοί βοῶμεν ὡς ἐμψύχῳ· Χαῖρε Ξύλον τρισόλβιον· χαῖρε ζωῆς Ξύλον· χαῖρε προσκυνούμενον πάντοτε, ὑπό Ἀγγέλων, ἀνθρώπων· χαῖρε καύχημα, οὐρανοῦ καί γῆς, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὠδή ε΄. Ὁ Εἰρμός.
Ἐξέστη τά σύμπαντα, ἐπί τῇ θείᾳ δόξῃ σου˙ σύ γάρ τρισμακάριστον ὦ ξύλον, ἔσχες εἰς ὕψος τόν ἐπί πάντων Θεόν, καί ἔδειξας ἄχρονον ἡμῖν, πᾶσι ὑμνοῦσί σε, σωτηρίαν δωρούμενος.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὅπλον θεοχάλκευτον, ὁ θυρεός τῆς πίστεως, κράτος τό ἀκράδαντον ἐν μάχαις, Σταυρέ Κυρίου, χαῖρε ἡ δίστομος σπάθη τῶν πιστῶν. Χαῖρε δι’ ἧς, Ἄγαρ κατασφάττεται, καί ἐγείρονται τρόπαια.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἰσχύς καί ὀχύρωμα, ἀνθρώπων Σταυρέ τίμιε, κλῖμαξ τόν Θεόν ἐστηριγμένον, ἐπί σέ ἔχουσα, χαῖρε τό κήρυγμα, πάντων Προφητῶν· χαῖρε δι’ οὗ, ὁ κόσμος ἡγίασται, καί Σατάν καταβέβληται.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Πάθος τό κεφάλαιον, παθῶν Κυρίου ἔνδοξε, χαῖρε τοῦ παθόντος ἑκουσίως, ἐξ οὗ τό θεῖον πόμα ἀνέβλυσε, πᾶσι τό πανάχραντον αὐτοῦ Αἷμα, καί ἐπίομεν, ἐκτακέντες οἱ ἄνθρωποι.
Δόξα.
Ῥείθροις θείου Αἵματος, ἐπαρδευθείς πανάγιε Σταυρέ, θεοτίμητε τούς πίστει, σῶζε κινδύνων, καί τοῦ λοιμοῦ καί λιμοῦ, βοῶντάς σοι· χαῖρε ἡ πηγή, ἄρδουσα τά σύμπαντα, τά σωτήρια νάματα.
Καί νῦν.
Εὐλόγησον Κύριε, τοῦ σοῦ Σταυροῦ τῇ χάριτι, τόν ἐνιαυτόν χρηστότητός σου, τούς ἱερέας, τούς βασιλεῖς, τόν στρατόν, πάντα περιούσιον λαόν, πιστῶς προσκυνοῦντάς σου, τόν Σταυρόν τόν φωτόμορφον.
Ὠδή στ΄. Ὁ εἱρμός.
Τήν θείαν ταύτην καί πάντιμον, τελοῦντες Ἑορτήν οἱ θεόφρονες τοῦ θεοδέγμονος, Σταυροῦ τάς χεῖρας κροτήσωμεν, τόν ἐπ’ αὐτῷ τεθέντα Θεόν δοξάζοντες.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Πᾶσα ἡ γῆ προσκυνοῦμέν σε, καί ψάλλομεν τῷ θείῳ ὀνόματι, σοῦ Σταυρέ ὕψιστε, σεπτῷ Ἀγγέλοις ὑπάρχοντι, καί φοβερῷ καὐτοῖς τοῖς δαιμόνων ἄρχουσι.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἑλένη γῆθεν τό Λάβαρον, ἐκλάμψαν βασιλείας τοὐπίσημον, Χριστιανῶν ἡμῶν, γνοῦσα τό· χαῖρέ σοι ἔκραζε, χαῖρε ἡμῶν ἡ δόξα καί τό κραταίωμα.
Δόξα.
Ἰδού καὐτοί σοι κραυγάζομεν· χαῖρε Σταυρέ Κυρίου πανένδοξε· χαῖρε ἐλπίς ἡμῶν· χαῖρε ὑψῶν ἡμᾶς ἅπαντας, τῇ παγκοσμίῳ ἤδη θείᾳ ὑψώσει σου.
Καί νῦν.
Χαρᾶς αἰτίου ὑπάρξαντος, πιστοί νῦν τῇ δυνάμει σου χαίρομεν, καί προσκυνοῦμεν σε· χαῖρε λαμπτήρ παμφαέστατε· χαῖρε νηπίων φύλαξ καί πολυΰμνητε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, Σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, Περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, Τούς σοί κράζοντας· Χαῖρε, ξύλον μακάριον.
ΙΕΡΕΥΣ
Γ΄ ΣΤΑΣΙΣ
Νόμον ὁ ἐν Σιναίῳ, τῷ Θεόπτῃ δούς πάλαι, Σταυρῷ ἐθελοντί προσηλοῦται, ὑπέρ ἀνόμων ἀνόμως ἀνδρῶν, καί κατάραν νόμου παλαιάν ἔλυσεν, ἵνα Σταυροῦ τήν δύναμιν ὁρῶντες, ἅπαντες νῦν βοῶμεν·
Χαῖρε, ἀνόρθωσις πεπτωκότων·
χαῖρε, κατάπτωσις κοσμολάτρων.
Χαῖρε, Ἀναστάσεως Χριστοῦ τό ἐγκαίνισμα·
χαῖρε, μοναζόντων τό θεῖον ἐντρύφημα.
Χαῖρε, δένδρον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπονται πιστοί·
χαῖρε, Ξύλον προφητόφθεγκτον, πεφυτευμένον ἐν γῇ.
Χαῖρε, τῆς Βασιλείας κατ’ ἐχθρῶν συμμαχία·
χαῖρε, τῆς πολιτείας κραταιά προστασία.
Χαῖρε, Κριτοῦ δικαίου φανέρωσις·
χαῖρε, βροτῶν πταιόντων κατάκρισις.
Χαῖρε Σταυρέ, ὀρφανῶν ἀντιλῆπτορ·
χαῖρε Σταυρέ, πλουτιστά τῶν πενήτων.
Χαῖρε, Ξύλον μακάριον.
Ξένον θαῦμα ἰδόντες, ξένον βίον βιῶμεν, τόν νοῦν εἰς οὐρανόν ἀνυψοῦντες· διά τούτο γάρ ἐν τῷ Σταυρῷ ὁ Χριστός ἐπάγη, καί σαρκί πέπονθε, βουλόμενος ἑλκῦσαι πρός τό ὕψος, τούς αὐτῷ βοῶντας·
Ἀλληλούϊα.
Ὅλος ἦλθεν ἐξ ὕψους, τήν Θεότητα ἔχων, ὁ μόνος προαιώνιος Λόγος· καί τεχθείς ἐκ Παρθένου Μητρός, καί φανείς τῷ κόσμῳ ταπεινός ἄνθρωπος, Σταυρόν καταδεξάμενος, ἐζώωσε τούς αὐτῷ βοῶντας.
Χαῖρε Σταυρέ, τῆς εἰρήνης ὅπλον·
χαῖρε, βαλβίς τῶν ὁδοιπορούντων.
Χαῖρε, σωζομένων σοφία καί στήριγμα·
χαῖρε, ἀπολλυμένων μωρία καί σύντριμμα.
Χαῖρε, εὔκαρπον, ἀθάνατον καί ζωηφόρον φυτόν·
χαῖρε ἄνθος, ὅπερ ἤνθησε τήν σωτηρίαν ἡμῶν.
Χαῖρε, ὅτι συνάπτεις τά ἐν γῇ σύν τοῖς ἄνω·
χαῖρε, ὅτι φωτίζεις τάς καρδίας τῶν κάτω.
Χαῖρε δι’ οὗ φθορά ἐξωστράκισται·
χαῖρε, δι’ οὗ ἡ λύπη ἠφάνισται.
Χαῖρε, καλῶν μυριάριθμος ὄλβος·
χαῖρε, πιστῶν μυριώνυμος εὖχος.
Χαῖρε, Ξύλον μακάριον.
Πέπτωκε τῶν δαιμόνων ἡ παμβέβηλος φάλαγξ, καί γένος τῶν Ἑβραίων ᾐσχύνθη, προσκυνούμενον τόν Σταυρόν παρά πάντων, μετά πόθου βλέποντες, ἀεί δέ ἀναβλύζοντα ἰάματα τοῖς ἐκβοῶσιν·
Ἀλληλούϊα.
Ρεύματα συνεστάλη, λογισμῶν κακοδόξων παγέντος σου Χριστέ ἐπί ξύλου· ἀποροῦσι γάρ ὄντως τό, Πῶς καί Σταυρόν ὑπέστης, καί φθοράν πέφευγας· ἡμεῖς δέ τήν Ἀνάστασιν δοξάζοντες ἀναβοῶμεν.
Χαῖρε, σοφίας Θεοῦ τό ὕψος·
χαῖρε, προνοίας Αὐτοῦ τό βάθος.
Χαῖρε, μωρολόγων ἀλόγων ἡ ἄγνοια·
χαῖρε, μαντιπόλων ἀφρόνων ἀπώλεια.
Χαῖρε, ὅτι τήν Ἀνάστασιν ἐμφανίζεις τοῦ Χριστοῦ·
χαῖρε, ὅτι τά παθήματα ἀνακαινίζεις Αὐτοῦ.
Χαῖρε, τῶν πρωτοπλάστων τήν παράβασιν λύσας·
χαῖρε, τοῦ Παραδείσου τάς εἰσόδους ἀνοίξας.
Χαῖρε Σταυρέ, τοῖς πᾶσι σεβάσμιε·
χαῖρε, ἐθνῶν ἀπίστων ἀντίπαλε.
Χαῖρε Σταυρέ, ἰατρέ τῶν νοσούντων·
χαῖρε, ἀεί βοηθέ τῶν βοώντων·
Χαῖρε, Ξύλον μακάριον.
Σῶσαι θέλων τόν κόσμον, ὁ τοῦ κόσμου κοσμήτωρ, κατῆλθε πρός αὐτόν ἀπορρήτως· καί Σταυρόν ὑπέστη, Θεός ὤν, δι’ ἡμᾶς, τά πάντα καθ’ ἡμᾶς δέχεται· διό καί λυτρωσάμενος ἡμᾶς, ἀκούει παρά πάντων·
Ἀλληλούϊα.
ΧΟΡΟΣ
Ὠδή ζ΄. Ὁ Εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρά τόν κτίσαντα· ἀλλά πυρός ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καί Θεός εὐλογητός εἶ.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἀναφέρουσα, ἐκ γῆς πρός τά οὐράνια, χαῖρε ἡ γέφυρα· χαῖρε σημεῖον ἐν ᾧ φλογίνη ρομφαία μέν ὑποκεχώρηκε. Λῃστής ἦλθε δέ, χαίρων εἰς τόν Παράδεισον· Ἀνυμνῶ τήν δύναμίν σου.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἱερέων ἡ εὐπρέπεια ζωήρρυτε, χαῖρε θεμέλιον τῆς Ἐκκλησίας ἡμῶν, γαλήνη τοῦ σύμπαντος· χαῖρε ἀνάκλησις, μετανοίας τε, καί παρθενίας τήρησις· χαῖρε ξύλον ἀφθαρσίας.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ῥόδον εὔοσμον, ἄνθος χαῖρε ἀμάραντον, ῥάβδος βλαστήσασα τήν σωτηρίαν ἡμῶν· Ζωῆς χαῖρε τράπεζα, παρατιθέμενον, ἄρτον ἔχουσα· χαῖρε τροφή πεινώντων τε καί λιμήν χειμαζομένων.
Δόξα.
Εὐφημεῖ σε, μακαρίζοντα τά πέρατα, καί ἀνακράζει σοι· Χαῖρε τό ἅρμα Θεοῦ, ἐν ᾧ περιέδραμεν ἀγαλλιώμενος, ὥσπερ γίγας τις, τόν οὐρανόν, τήν ἄβυσσον, ἕως ἄκρων
οὐρανίων.
Καί νῦν.
Ἱλαστήριον, ἁπάντων χαῖρε τίμιε· χαῖρε ἡ σύστασις, παντός τοῦ κόσμου Σταυρέ, δι’ οὗ ὑψουμένου τε συνανυψούμεθα, καί διάβολος, πίπτει εἰς Ἅδου πέταυρον, τῷ αὐτῷ ἡτοιμασμένον.
Ὠδή η΄. Ὁ Εἱρμος.
Παῖδας εὐαγεῖς ἐν τῇ ἀβύσσῳ, ὁ τύπος τοῦ θεοδόχου διεσώσατο, τότε μέν τυπούμενος· νῦν δέ ἐνεργούμενος, τήν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· τόν Κύριον ὑμνεῖτε τά ἔργα, καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ναμάτων πηγῆς ἐκ σωτηρίου, τοῦ θείου Σταυροῦ, πλουσίως ἀρυσώμεθα, θεορρύτων ἅπαντες, τῆς πλευρᾶς τοῦ πλάσαντος, ἡμᾶς προθύμως κράζοντες καί πίστει ψάλλοντες· τόν τίμιον ὑμνοῦμεν Κυρίου, καί ὑπερυψοῦμεν Σταυρόν εἰς τούς αἰῶνας.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Μέσον οὐρανοῦ καί γῆς ἱδρύθης, ὡς κλῖμαξ Σταυρέ Κυρίου ὡραιότατε, ἵνα ἀνατρέχωμεν πρός τά ἐπουράνια, διά τῆς σῆς οἱ ἄνθρωποι ἀνόδου, ψάλλοντες· Τόν Τίμιον Σταυρόν ἀνυμνοῦμεν, καί ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὁ τόπος Κυρίου, οὗ οἱ πόδες, οἱ ἅγιοι σοί πρός σωτηρίαν ἔστησαν· ὅθεν προσκυνοῦμέν σε. Σταυρέ ἡλιόμορφε, τῶν ἀσκητῶν ἐντρύφημα, τοῦ Παντοκράτορος, ἡ ἔκλαμπρος σημαία τῆς νίκης, κατά τοῦ Βελίαρ, ἡ θεοδόχος κλίνη.
Δόξα.
Νεκροί διά σοῦ ζωοποιοῦνται· θανάτου καί γάρ τόν νεκρωτήν ἐβάστασας· τυφλοί ἀναβλέπουσιν, ὦτα διανοίγονται, δαίμονες διώκονται, πάθη ἀφίστανται, μυρίων ἀγαθῶν ταμειοῦχε, Σταυρέ τοῦ Σωτῆρος, ἡ κλείς τοῦ Παραδείσου.
Καί νῦν.
Ὤφθης Κωνσταντίνῳ τῷ μεγάλῳ τῷ κράτορι εὐσεβείας, ὦ πανσέβαστε, Σταυρέ θεοδώρητε, καί πανυπερθαύμαστε, ἡλιακῶν λαμπρότερος βολίδων· ὅθεν σε τόν Κύριον ὑμνοῦμεν τόν δόντα, καί ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.
Ὠδή θ΄. Ὁ Εἱρμός.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα τά ἱερά θαυμάσια τῆς Θεομήτορος, καί βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή ἀειπάρθενε.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἴθυνον ἡμῶν, Σταυρέ παμμακάριστε τῶν προσκυνούντων σε, πρός τάς ἐντολάς Χριστοῦ, τήν ζωήν, ἵνα σοι Χαῖρε κράζωμεν· χαῖρε κατάρας λύτρωσις, ὡς ταννυσθέντος σοι, τοῦ Κυρίου, καί κατάραν λύσαντος, εὐλογίαν ἡμῖν ἀντεισάξαντος.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἤρθη ἐπί γῆς, ἁπάσης ἡ δόξα σου, Σταυρέ καί ἔπλησε, καί τά ἐπουράνια· διό σοι, Χαῖρε ἀεί κραυγάζομεν· χαῖρε δι’ οὗ ἐσώθημεν, τά ἔθνη ἅπαντα, προσκυνοῦντες. Τριάδα ἀχώριστον, τόν Πατέρα, Υἱόν σύν τῷ Πνεύματι.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Σύ εἶ ὁ Σταυρός, δι’ οὗ πάλαι ἔσχισε, Μωσῆς τήν θάλασσαν· σύ εἶ ἡ ἐκφυήσασα, Ἀαρωνῖτις ῥάβδος τά κάρυα· σύ τό γλυκάναν ξύλον Μερρᾶς τά νάματα· σοί βοῶμεν· Χαίροις προφητόφθεγκτε, αὐτουργέ τεραστίων ἑκάστοτε.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὅλης ἐκ ψυχῆς, τό Χαῖρέ σοι κράζομεν, Σταυρέ πανάγιε καί κατασφραγίζομεν αὐτούς, καί πόλεις πλοῖά τε, καί ἱερά, καί ἅπαντα τά ἐγχειρήματα, σοῦ τό θεῖον, ὄνομα χαράττοντες, πεποιθότες ἐν σοί καί τροπούμενοι.
Δόξα.
Ὕψωσον Χριστέ, ἡμῶν λατρευόντων σοι, καί προσκυνούντων σου, τόν ζωοποιόν Σταυρόν, καί τά φρικτά σοι, θεῖα παθήματα, τήν πολιτείαν· θραῦσον δέ, τούς ἀντιλέγοντας, ἵνα γνῶσι, πάντες τήν ἀήττητον, τοῦ τιμίου Σταυροῦ σου τήν δύναμιν.
Καί νῦν.
Σῶσόν με Μητρός, τῇ χάριτι δέομαι τῆς παναχράντου σου, καί ζωοποιοῦ Σταυροῦ, θείᾳ δυνάμει, ὅν καί ὑπέμεινας, ὦ Ἰησοῦ μακρόθυμε, καί πολυέλεε, ἵνα σώσῃς, ῥεῦσαν τό εἰκόνα σήν, καί ὁμοίωσιν φέρον πλαστούργημα.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, Σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, Περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, Τούς σοί κράζοντας· Χαῖρε, ξύλον μακάριον.
ΙΕΡΕΥΣ
Δ΄ ΣΤΑΣΙΣ
Τεῖχος τῆς οἰκουμένης, ὦ Σταυρέ ζωηφόρε, ἀπόρθητον καί θεῖον νοοῦμεν· ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς, κατασκευάσας σέ Ποιητής τάννυσι τάς χεῖρας, ξένον ἄκουσμα· καί ἅπαντας ἐκφωνεῖν διδάσκει.
Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας·
χαῖρε, τό νῖκος τῆς κληρουχίας.
Χαῖρε, Ἀμαλήκ νοητόν ὁ τροπούμενος·
χαῖρε, Ἰακώβ ταῖς χερσί προτυπούμενος.
Χαῖρε, σύ γάρ ἀνεμόρφωσας τάς παλαιτάτας σκιάς·
χαῖρε, σύ γάρ ἀνεπλήρωσας προφητοφθέγκτους φωνάς.
Χαῖρε, ὁ τόν Σωτῆρα τῶν ἀπάντων βαστάσας·
χαῖρε, ὁ τόν φθορέα τῶν ψυχῶν καταργήσας.
Χαῖρε, δι’ οὗ Ἀγγέλοις ἡνώθημεν·
χαῖρε, δι’ οὗ φωτί κατηυγάσθημεν.
Χαῖρε, σέ γάρ προσκυνοῦμεν τιμῶντες·
χαῖρε, σοί γάρ προσφωνοῦμεν, βοῶντες·
Χαῖρε, Ξύλον μακάριον.
Ὕμνος ἅπας μειοῦται, συνακολουθεῖν θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων· ἐγκωμίων πληθύν καί γάρ ἄν προσάξωμέν σοι, ὦ Σταυρέ τίμιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν· ἀλλ’ οὖν βοῶμεν·
Ἀλληλούϊα.
Φωτοπάροχον αἴγλην, τοῖς ἐν σκότει δωρεῖται, Σταυρός ὁ ζωοδώρητος οὗτος· τό γάρ ἄϋλον δέδεικται φῶς, καί πρός γνῶσιν θείαν δᾳδουχεῖ ἅπαντας· ὑψοῖ δέ νῦν ὑψούμενος τόν νοῦν ἡμῶν, ἀναμέλπειν ταύτα·
Χαῖρε, φωστήρ, τοῖς ἐν σκότει φαίνων·
χαῖρε, ἀστήρ, τόν κόσμον αὐγάζων.
Χαῖρε, ἀστραπή, χριστοκτόνους ἀμβλύνουσα·
χαῖρε, ἡ βροντή τούς ἀπίστους ἐκπλήττουσα.
Χαῖρε, ὅτι κατελάμπρυνας Ὀρθοδόξων τούς χορούς·
χαῖρε, ὅτι κατηδάφισας τῶν εἰδώλων τούς βωμούς.
Χαῖρε, οὗπερ ὁ τύπος οὐρανόθεν ἐφάνη·
χαῖρε, οὗπερ ἡ χάρις πονηρίας ἐλαύνει.
Χαῖρε, σαρκός σημαίνων τήν νέκρωσιν·
χαῖρε, παθῶν ὁ κτείνων ἐπέγερσιν.
Χαῖρε, ἐν ᾧ ὁ Χριστός ἐσταυρώθη·
χαῖρε, δι’ οὗ πᾶς ὁ κόσμος ἐσώθη.
Χαῖρε, Ξύλον μακάριον.
Χάριν δοῦναι θελήσας, ὁ Χριστός τοῖς ἀνθρώποις, τάς χεῖρας ἐπί Ξύλου ἐκτείνει, καί τά ἔθνη πάντα συγκαλεῖ, καί βασιλείαν πᾶσιν οὐρανῶν δίδωσι, τοῖς μέλπουσι τόν ὕμνον ἐπαξίως, καί πιστῶς βοῶσιν·
Ἀλληλούϊα.
Ψάλλοντές σου τόν ὕμνον, εὐφημοῦμεν ἐκ πόθου, ὡς ἔμψυχον Κυρίου σε Ξύλον· ἐπί σοί γάρ παγείς ἐν σαρκί, ὁ δεσπόζων τῶν δυνάμεων, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι ταῦτα·
Χαῖρε Σταυρέ, νοητή ρομφαία·
χαῖρε, Ἁγίων ἅγιον βλέμμα.
Χαῖρε, Προφητῶν καί Δικαίων προκήρυγμα·
χαῖρε, τοῦ Χριστοῦ λαμπροφόρον στρατήγημα.
Χαῖρε, κάλλος καί διάδημα βασιλέων εὐσεβῶν·
χαῖρε, κράτος καί ὀχύρωμα ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς ἀληθείας εὐκλεέστατος κόσμος·
χαῖρε, τῆς σωτηρίας εὐτυχέστατος ὅρμος.
Χαῖρε, φαιδρόν ἁπάντων ἀγλάϊσμα·
χαῖρε, υἱῶν τῆς Ἄγαρ φυγάδευμα.
Χαῖρε, φωτός ἀκηράτου λυχνία·
χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.
Χαῖρε, Ξύλον μακάριον.
Ὦ πανύμνητον Ξύλον, τό βαστάσαν τόν πάντων ἁγίων, Ἁγιώτατον Λόγον (τρίς)· δεδεγμένον ἡμῶν τάς λιτάς, ἀπό πάσης ρῦσαι συμφορᾶς ἅπαντας καί αἰωνίου λύτρωσαι κολάσεως τούς σοί βοῶντας·
Ἀλληλούϊα.
Καί πάλιν·
Ἄγγελοι οὐρανόθεν ἀοράτως κυκλοῦσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβῳ (τρίς) καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται καί ἵστανται βοῶντες πρός αὐτόν τοιαῦτα·
Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ·
χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεῦ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε κρατήρ τοῦ νέκταρος ἔμπλεως·
χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι’ οὗ εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ οὗ προσκυνεῖται ὁ Κτίστης.
Χαῖρε, Ξύλον μακάριον.
ΧΟΡΟΣ
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, Σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, Περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, Τούς σοί κράζοντας· Χαῖρε, ξύλον μακάριον.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (3) .
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (3)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
ΧΟΡΟΣ: Ἀμήν.
Τροπάριον Ἦχος α΄.
Σῶσον, Κύριε, τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατά βαρβάρων δωρούμενος, καί τό σόν φυλάττων διά τοῦ Σταυροῦ σου πολίτευμα.
ΑΝΑΓΝΩΣΤΗΣ: Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
ΙΕΡΕΥΣ
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς...
ΑΝΑΓΝΩΣΤΗΣ:
Κύριε ἐλέησον (ιβ') καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον· ἀλλ' ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν· καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παρρησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ' ἡμῶν δολίως κινούμενα. Τάς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σοῦ τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
ΙΕΡΕΥΣ
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
ΑΝΑΓΝΩΣΤΗΣ: Δόξα... Καὶ νύν... , Κύριε ἐλέησον (γ'), Πάτερ ἅγιε, εὐλόγησον.
ΙΕΡΕΥΣ
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· (τοῦ ἁγίου τοῦ Ναοῦ), καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
ΧΟΡΟΣ
Ἦχος δ΄.
Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τούς οἰκτιρμούς σου δώρησαι Χριστέ ὁ Θεός. εὔφρανον ἐν τῇ δυνάμει σου, τούς πιστούς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατά τῶν πολεμίων. τήν συμμαχίαν ἔχοιεν τήν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
ΙΕΡΕΥΣ
Δι᾽ εὐχῶν των ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ΧΟΡΟΣ: Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου